Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.250 Dem. 19.252 (English) >>Dem. 19.255

19.251φέρε δὴ καὶ περὶ τοῦ Σόλωνος ὃν εἶπε λόγον σκέψασθε. ἔφη τὸν Σόλωνʼ ἀνακεῖσθαι τῆς τῶν τότε δημηγορούντων σωφροσύνης παράδειγμα, εἴσω τὴν χεῖρʼ ἔχοντʼ ἀναβεβλημένον, ἐπιπλήττων τι καὶ λοιδορούμενος τῇ τοῦ Τιμάρχου προπετείᾳ. καίτοι τὸν μὲν ἀνδριάντα τοῦτον οὔπω πεντήκοντʼ ἔτη φάσʼ ἀνακεῖσθαι Σαλαμίνιοι, ἀπὸ Σόλωνος δʼ ὁμοῦ διακόσιʼ ἐστὶν ἔτη καὶ τετταράκοντʼ εἰς τὸν νυνὶ παρόντα χρόνον, ὥσθʼ δημιουργὸς τοῦτο πλάσας τὸ σχῆμα οὐ μόνον οὐκ αὐτὸς ἦν κατʼ ἐκεῖνον, ἀλλʼ οὐδʼ πάππος αὐτοῦ. 19.252τοῦτο μὲν τοίνυν εἶπε τοῖς δικασταῖς καὶ ἐμιμήσατο· δὲ τοῦ σχήματος ἦν τούτου πολλῷ τῇ πόλει λυσιτελέστερον, τὸ τὴν ψυχὴν τὴν Σόλωνος ἰδεῖν καὶ τὴν διάνοιαν, ταύτην οὐκ ἐμιμήσατο, ἀλλὰ πᾶν τοὐναντίον. ἐκεῖνος μέν γʼ ἀφεστηκυίας Σαλαμῖνος Ἀθηναίων καὶ θάνατον ζημίαν ψηφισαμένων, ἄν τις εἴπῃ κομίζεσθαι, τὸν ἴδιον κίνδυνον ὑποθεὶς ἐλεγεῖα ποιήσας ᾖδε, καὶ τὴν μὲν χώραν <ἀν>έσωσε τῇ πόλει, τὴν δʼ ὑπάρχουσαν αἰσχύνην ἀπήλλαξεν· 19.253οὗτος δʼ, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτʼ ἐποίησεν, ἀλλʼ ἐκεῖσʼ ἐλθὼν οὐδὲ τοὔνομʼ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.”


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.250 Dem. 19.252 (English) >>Dem. 19.255

Powered by PhiloLogic